Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.48 Dem. 18.51 (English) >>Dem. 18.54

18.49ἐξ ὧν καὶ σαφέστατʼ ἄν τις ἴδοι ὅτι μάλιστα φυλάττων τὴν αὑτοῦ πατρίδα καὶ πλεῖστʼ ἀντιλέγων τούτοις, οὗτος ὑμῖν, Αἰσχίνη, τοῖς προδιδοῦσι καὶ μισθαρνοῦσιν τὸ ἔχειν ἐφʼ ὅτῳ δωροδοκήσετε περιποιεῖ, καὶ διὰ τοὺς πολλοὺς τουτωνὶ καὶ τοὺς ἀνθισταμένους τοῖς ὑμετέροις βουλήμασιν ὑμεῖς ἐστὲ σῷοι καὶ ἔμμισθοι, ἐπεὶ διά γʼ ὑμᾶς αὐτοὺς πάλαι ἂν ἀπωλώλειτε.

18.50καὶ περὶ μὲν τῶν τότε πραχθέντων ἔχων ἔτι πολλὰ λέγειν, καὶ ταῦθʼ ἡγοῦμαι πλείω τῶν ἱκανῶν εἰρῆσθαι. αἴτιος δʼ οὗτος, ὥσπερ ἑωλοκρασίαν τινά μου τῆς πονηρίας τῆς ἑαυτοῦ καὶ τῶν ἀδικημάτων κατασκεδάσας, ἣν ἀναγκαῖον ἦν πρὸς τοὺς νεωτέρους τῶν πεπραγμένων ἀπολύσασθαι. παρηνώχλησθε δʼ ἴσως οἱ καὶ πρὶν ἔμʼ εἰπεῖν ὁτιοῦν εἰδότες τὴν τούτου τότε μισθαρνίαν. 18.51καίτοι φιλίαν γε καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοίἐγώ σοι ξενίαν Ἀλεξάνδρου; πόθεν λαβόντι πῶς ἀξιωθέντι; οὔτε Φιλίππου ξένον οὔτʼ Ἀλεξάνδρου φίλον εἴποιμʼ ἂν ἐγώ σε, οὐχ οὕτω μαίνομαι, εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς ἄλλο τι μισθοῦ πράττοντας φίλους καὶ ξένους δεῖ καλεῖν τῶν μισθωσαμένων. 18.52ἀλλʼ οὐκ ἔστι ταῦτα· πόθεν; πολλοῦ γε καὶ δεῖ. ἀλλὰ μισθωτὸν ἐγώ σε Φιλίππου πρότερον καὶ νῦν Ἀλεξάνδρου καλῶ, καὶ οὗτοι πάντες. εἰ δʼ ἀπιστεῖς, ἐρώτησον αὐτούς, μᾶλλον δʼ ἐγὼ τοῦθʼ ὑπὲρ σοῦ ποιήσω. πότερον ὑμῖν, ἄνδρες Ἀθηναῖοι, δοκεῖ μισθωτὸς Αἰσχίνης ξένος εἶναι Ἀλεξάνδρου; ἀκούεις λέγουσιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.48 Dem. 18.51 (English) >>Dem. 18.54

Powered by PhiloLogic